Παρασκευή 10 Ιουνίου 2022

Κυριακή της Πεντηκοστής, Ευαγγ. Ανάγνωσμα: Ιω. ζ’ 37-52, η’ 12 (12-06-2022)


 

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον͵ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·ἄλλοι ἔλεγον͵ Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον͵ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ͵ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυίδ͵ ὁ Χριστὸς ἔρχεται;

Κυριακή της Πεντηκοστής, Αποστ. Ανάγνωσμα: Πράξεις των Αποστόλων β’ 1-11 (12-06-2022)


 

Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες οἱ ἀπόστολοι ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι·

Παρασκευή 3 Ιουνίου 2022

Κυριακή των Αγίων Πατέρων, Ευαγγ. Aνάγνωσμα: Ιω. ιζ΄ 1-13 (05-06-2022)

 

Τῷ καιρῷ ἐκείνω, ἐπάρας ὁ Ἰησοῦς τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν, εἶπε· πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα καὶ ὁ υἱός σου δοξάσῃ σε, καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός, ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.

Αποστολικό Ανάγνωσμα 5 /6/2022




Ἐν ταῖς ἡμέραις ἐκείναις, ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδε γάρ, εἰ δυνατὸν ἦν αὐτῷ,